Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῷ πάθει μᾶλλον ἢ τέχνῃ 1 κεχρῆσθαι: φύσει γὰρ ἦν φίλοψος: οὕτω φήσει 2 τις καὶ ἡμᾶς ὑφ᾽ ἡδονῆς φιλοσοφήσαντας 3 περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ... 4 ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν ... 5 προδήλῳ τῷ εἶναι πειθούσης.’
[p. 155] ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν 6 εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας 7 παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν 8 συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.