τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς: ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν 1 ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς 2. ἰδὼν δὲ τῶν παιδίων τῶν 3 ἅμα τῷ Φιλίνῳ 4 τὸ νέον 5 ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ‘ὦ Ἡράκλεις’ ἔφη ‘τοῦτ᾽ ἄρ᾽ ἦν τὸ λεγόμενον
ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ᾽ οὐκ ἦν ἀνελέσθαι:6 ’