Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα 1 τοὺς δ᾽ ἐπ᾽ ἄριστον ἄλλους δ᾽ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον: ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτ᾽ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι: κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν [p. 35] προτρεπόμενος 2 ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν 3 πέντ᾽ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι: κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδ᾽ ἐπὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.