previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δ᾽ ἀνιάσει καὶ συνταράξει, λαμβάνοντας ἐπίνοιαν αὐτῶν. ἀλλὰ καὶ δέδια πάλιν, μὴ συνεκβάλωμεν τῷ λυποῦντι τὴν μνήμην , ὥσπερ Κλυμένη λέγουσα
μισῶ δ᾽ εὐάγκαλον 1
2 τόξον κρανείας, γυμνάσιά δ᾽ 3 οἴχετ 4
ἀεὶ φεύγουσα καὶ τρέμουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν λύπην 5 εἶχεν: πᾶν γὰρ φύσις φεύγει τὸ δυσχεραινόμενον. δεῖ γάρ, ὥσπερ αὐτὴ [p. 577] πάντων ἥδιστον ἡμῖν ἄσπασμα καὶ θέαμα καὶ ἄκουσμα παρεῖχεν ἑαυτήν, οὕτω καὶ τὴν ἐπίνοιαν αὐτῆς ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον ἔχουσαν, μᾶλλον δὲ πολλαπλάσιον, τὸ εὐφραῖνον τὸ λυποῦν: εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρήκαμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδ᾽ ἐγκεκλεῖσθαι πολλαπλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀντιδιδόντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: