Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῇ παροιμίᾳ 1 λαμβάνω.
τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην
τρόπον τινὰ αὐτὴν περιλαμβάνει: ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως
αὐτῇ συμπεριλαμβάνεται ἡ δ᾽ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη 2 κατὰ
ταὐτὰ 3 δὴ ἐμπεριέχεται ὑπ᾽ αὐτῆς, καθ᾽ ἃ
καὶ τὸ ἐφ᾽ ἡμῖν καὶ ἡ τύχη εἴρηται. ‘οἷς γὰρ ἂν συλλάβηται τῆς
συνουσίας 4 ἡ τοῦ δαιμονίου δύναμις’ ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν
τινα καὶ τοιοῦτον 5 Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην 6 ‘οὗτοί εἰσιν,
ὧν καὶ σὺ ᾔσθησαι: ταχὺ γὰρ παραχρῆμα
ἐπιδιδόασιν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.