Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸ κάλλιστον’
ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ
πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι: τὰ δ᾽ ἐντεῦθεν οὕτω
λεγόμενα ‘ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους 1 τοῖς ἄστροις ἔταξε, ... 2 διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ
ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς
εἱμαρμένους εἶπεν αὐταῖς:’ ταῦτα 3 τίς οὐκ ἂν διαρρήδην καὶ
σαφέστατ᾽ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς
προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν
πρόνοιαν ὧδέ πως ἐπισημαίνεται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.