Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐφ᾽ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμεν᾽
αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως: ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δ᾽ αὐτῶν ἐστι καθ᾽ εἱμαρμένην.
λοιπὸν δ᾽ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν
εἱμαρμένην.
ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη
τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ᾽
ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα
κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ᾽ οὐρανὸν ἰόντων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.