Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δ᾽ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ
ἀντικείμενον δυνατόν. τὸ μὲν γάρ καταδῦναι
τὸν ἣλιον ἀναγκαῖὸν θ᾽ ἅμα καὶ δυνατόν, ἀντίκειται δ᾽ 1 ἀδύνατον τὸ μὴ
καταδῦναι: τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι,
ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ
μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ᾽ ὡς ἐπ᾽
ἔλαττον, τὸ δ᾽ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν: τοῦτο μὲν φανερὸν ὡς
αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ [p. 475] καὶ
ἐπ᾽ ἔλαττον ἀλλήλοις: καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ᾽
ἡμῖν τε 2 τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμ᾽ ἢ ψῦχος, ὧν 3 τὸ μὲν
ὡς ἐπὶ τὸ πολὺ τὸ δ᾽ ὡς ἐπ᾽ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.