Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προαχθῶσι,
μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. τούτοις
μὲν οὖν, [p. 414] ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ
δόξαν καὶ ἀρετήν, δοτέον: οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον 1 ἐμποιοῦν
ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις. οἱ δ᾽ ἄλλοι σφόδρα
φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην
ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον
ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον
ἀλλοτρίῳ ψόγῳ καὶ δι᾽ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,' ἐπαχθὴς
παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν
ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.
ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.