Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνθρώπου λαβεῖν: ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον
καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον καὶ οὐκ ἄκαιρόν ἐστι;. μάλιστα δὲ φυλάττωμεν
ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν
ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδ᾽ ἄλλο τι 1 καλῶς
ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς;
ἐπαγγέλλεσθαι: δόξομεν γὰρ ἅμα καὶ
τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς
αἰτεῖν παρ᾽ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν
μάλιστα δ᾽ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.