Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δ᾽ Εὐθύδημος ἐξαναστὰς ἀπῄει
περίλυπος
γενόμενος: καὶ ὁ Σωκράτης ‘παρὰ σοὶ
δ᾽’ εἶπεν [p. 201]
‘οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ
τοῦτ᾽ ἐποίησεν, ἡμεῖς δ᾽ οὐκ
ἠγανακτήσαμεν;’ δεῖ γὰρ σὺν εὐκολίᾳ
καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους
δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ
φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν. ἐθιστέον
δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι
καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι:
καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν
ἐξελόμενοι κανθάριον, ὡς Μάριον
ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ
πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ
πρὸς στλεγγίδας, ἀγαπῶντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.