Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι
χαλεπαίνομεν ὡς ἐκεῖνος ὁ βουλόμενος
τύπτειν τὸν ὀνηλάτην, εἶτ᾽ ἀνακραγόντος
ὅτι ‘Ἀθηναῖός εἰμι,'’
‘σὺ δὲ μὲν 1 οὐκ εἶ Ἀθηναῖος’ τὸν
ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει
πληγάς;.
καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ
κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας
ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ
τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ
σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν
εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς
πραότητα πρὸς
οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ
δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ
δεομένῳ πολλῶν καὶ περιττῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.