Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται
προσάγων τὸν
λογισμὸν ἀναγκαίως. οὐ γάρ, ὡς
Ἀριστοτέλης 1 ἱστορεῖ κατ᾽ αὐτὸν ἐν
Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς
αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ
ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας
ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα
μετανοεῖν: ὧν
τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες: ἀλλὰ
καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ
λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι 2 μὴ
ὑπολείποντας 3 τῷ θυμῷ πρόφασιν.
αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία
φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν
ὀργῇ τινος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.