Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φωκίων μετὰ τὴν Ἀλεξάνδρου
τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς
Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, ‘εἰ
σήμερον’ εἶπεν ‘ἄνδρες Ἀθηναῖοι
τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην
τεθνηκώς’ οὕτως οἶμαι δεῖν ὑποβάλλειν
ἑαυτῷ τὸν σπεύδοντα δι᾽ ὀργὴν ἐπὶ τὴν τιμωρίαν, ‘εἰ
σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται
καὶ εἰς τρίτην ἠδικηκώς:’ καὶ δεινὸν
οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλ᾽ εἰ
ταχὺ παθὼν ἀεὶ φανεῖται 1 μὴ ἀδικῶν: ὅπερ
ἤδη συμβέβηκε πολλάκις. τίς. γὰρ ἡμῶν
οὕτω δεινός ἐστιν, ὥστε
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.