Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑποφέρουσιν. 1 οὐ γὰρ ἔστιν
ἀναμάρτητον [p. 195] ἐν πάθει τὸ
ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν
ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς
ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων
ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς
μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς
τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ
μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους
ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν
ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν
εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς
ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους
κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν
συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν
λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας
ἑτέροις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.