Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘μειλίχιον’ Ἀθηναῖοι δέ:
‘Μαιμάκτην’ οἶμαι καλοῦσι: τὸ δὲ
κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ
θεῖον οὐδ᾽ ὀλύμπιον.
ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε
κατασκάψαντος Ὄλυνθον, ‘ἀλλ᾽ οὐκ ἂν
ἀνοικίσαι 1 γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην’
οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν
‘ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ
καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ
φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ
συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου
καὶ Μετέλλου
καὶ Ἀριστείδου καὶ Σωκράτους: τὸ δ᾽
ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ
μυῶδες.’ οὐ μὴν ἀλλὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.