Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ νοσήματι τὸν λόγον, ἀλλ᾽
ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις
καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν
ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ,
μεθ᾽ ὑγιείας 1
ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται
συνήθης: αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ
οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ
μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν
ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς
ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει
τοῦ νοσήματος.
ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρ᾽ ὃν
ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ
παρίησι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.