Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ συνεχὲς καὶ τὸ σύνηθες. ἐπεὶ τοίνυν
οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου
προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα
τῆς συνεχείας τὴν αἴσθησιν , ἀλλὰ τοῦτ᾽
ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν
ἢ ἑτέρων: δεύτερον ἂν εἴη τὸ τοὺς
φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν
ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων
γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον
ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ
ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ
τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ
μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.