Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
οὐδ᾽ ἄλλα νοσήματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυδυνάμων φαρμάκων 1
χρῄζοντα καὶ περιττῶν. ὅπου δὲ ποικίλον οὐδὲν οὐδ᾽ ἀπόρρητον οὐδὲ
δεινόν, ἀλλ᾽ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις ‘εἰ γαμητέον’
‘εἰ πλευστέον’
‘εἰ δανειστέον’ τὰ δὲ μέγιστα πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι
καὶ βοτῶν ἐπιγονῆς [p. 65] καὶ σωμάτων ὑγιείας: 2 ἐνταῦθα
περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν
ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου
σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον.
ἡ δὲ Πυθία καὶ καθ᾽ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δ᾽ ἐκεῖ
κατέλθῃ καὶ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.