Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὰς δεκάτας
φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δ᾽ ἀπολέσαι τὸν ὁμόδουλον
αὐτῆς.’ καὶ ὁ Σαραπίων ‘τί δὲ ταῦτ᾽’ ἔφη ‘μακάριε,
δυσχεραίνεις; ἐκεῖ βλέψον ἄνω καὶ τὴν
χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης
εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι [p. 45]
τρόπαιον.’ ἰδὼν οὖν ὁ νεανίας ‘εἶτ᾽ οὐ 1 περὶ Φρύνης’ ἔφη
‘τοῦτ᾽ ἦν εἰρημένον τῷ Κράτητι;᾽’
‘ναί’ εἶπεν ὁ Σαραπίων: ‘Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην
ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. πολλὰ δ᾽ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι. τὴν γοῦν
Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.