Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὁ θεὸς δ᾽, εἰ μὴ
συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδ᾽ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν
σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν 1 παρασχεῖν οὐδενὶ
τῶν ὄντων;᾽’
τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ περὶ τῶν Σιβυλλείων. ἐπειδὴ γὰρ [p. 38] ἔστημεν
κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφ᾽ ἧς λέγεται
καθίζεσθαι τὴν πρώτην Σίβυλλαν 2 ἐκ τοῦ
Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν ῾ ἔνιοι δέ φασιν ἐκ
Μαλιέων 3
ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς
Ποσειδῶνος᾿, ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.