Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ
λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν,
ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην
δημιουργὸν καὶ ταὐτόματον.’
1
‘εἶτ᾽’ ἔφην ἐγώ ‘τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων
ἕκαστον ἐοικέναι, 2 καὶ πιθανόν ἐστι τὰς ἀτόμους
ἐξολισθεῖν καὶ διαλυθῆναι 3 καὶ παρεγκλῖναι μήτε πρότερον μήθ᾽ ὕστερον, ἀλλὰ 4 κατ᾽
ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος; ἢ χεῖρον ἔμελλε
πράξειν ἢ βέλτιον; καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφ᾽
ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων:
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.