Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δ᾽ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς
ποταμοῖς ναυμαχίας. ὁ δ᾽ αὐτοῦ τοῦ 1 Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ
πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον. ἐν δὲ τοῖς
Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε
χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου
κόρακες περιέκοπτον. ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι
Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς
Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν
Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.