Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλὰ κἀκείνας 1 αἰτιᾶσθε 2 τὰς πάλαι
προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ
διὰ τῶν : ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν
ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων
εὐθύνας μὴ ὑπέχωσι.’ καὶ ὁ Διογενιανός ‘μὴ παῖζ᾽’ εἶπεν
‘ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν
οὖσαν. οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων, 3 ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ
λόγον, πῶς 4 πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις 5 χρώμενον.’ ὑπολαβὼν
οὖν ὁ Θέων ‘ἀλλὰ [p. 36] καὶ νῦν’ εἶπεν ‘ὦ παῖ,
δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον.
ἔασον οὖν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.