Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τρέχων ἀλλ᾽
ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν,
ὅταν ἀναστρέφωσι. 1 διὸ καὶ τοὺς
χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς 2 ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν:
ἄλλοι 3
τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ: τὸ δ᾽ οὐκ εὖ τὰ ἔπη 4
πεποιῆσθαι 5 τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ
δήπουθεν, ὦ φίλε Σαραπίων,’ εἶπεν, ‘ἐναργές; ἐστι. ποιήματα γὰρ
6 γράφεις
τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ
κατασκευῇ τῇ 7 περὶ λέξιν [p. 34]
ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας
ἐκφερομένοις.’
καὶ ὁ Σαραπίων ‘νοσοῦμεν γάρ’ εἶπεν ὦ 8 Βόηθε, καὶ τὰ
ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν
καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.