Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἰδεῖν, ἐξ ἀνάγκης
διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη 1 φύσις,
οὐδὲν αὐτῆς μένον οὐδ᾽ ὄν ἐστιν, ἀλλὰ
γιγνόμενα πάντα [p. 23] καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν
χρόνον συννέμησιν. 2 ὅθεν οὐδ᾽ ὅσιόν 3 ἐστιν οὐδ᾽ ἐπὶ 4 τοῦ ὄντος
λέγειν, ὡς ἦν ἢ ἔσται: ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ
μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν
τῷ εἶναι μὴ πεφυκότος.’
‘ἀλλ᾽ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατ᾽ οὐδένα χρόνον ἀλλὰ
κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ
πρότερον οὐδέν ἐστιν οὐδ᾽ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον
οὐδὲ πρεσβύτερον 5 οὐδὲ νεώτερον ἀλλ᾽
εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.