previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον [p. 546] ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν: καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς 1 καλοῦσιν, ἐπίσημα δοῦναι 2 ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον 3 τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον: οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους: ἄλλοι δὲ τῶν δεινῶν 4 τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν 5 καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι 6 δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ θηρίων, προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς; καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου 7 προσίεσθαι πεφυκότος, 8 ἀμύνοντες 9 ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν [p. 547] θηρίων ἔχθραις συνεφελκόμενοι 10 καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δ᾽ Ὀξυρυγχῖται καθ᾽ ἡμᾶς, τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα 11 συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον: ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: