previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ γὰρ ἄνουν 1 οὐδ᾽ 2 ἄψυχον οὐδ᾽ ἀνθρώποις θεὸς ὑποχείριον: ἀπὸ τούτων δὲ τοὺς χρωμένοις 3 [p. 541] αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα 4 καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρ᾽ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους: ἀλλ᾽ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δ᾽ ἄλλως ὑπ᾽ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα 5 τεταγμένων, ἕτεραι παρ᾽ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι: καὶ συμβόλοις χρῶνται καθιερωμένοις 6 οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: