previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, μηδ᾽ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν 1 λέγοντες [p. 540] ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις: Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες, 2 ἐνίους μὲν οὐ πάλαι τοῖς παρ᾽ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες: ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα: Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων
τῆμος ὅτ᾽ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν 3
οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους 4 καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην καὶ σπονδεῖον 5 μελίκρατον πτισάνην ἰατρόν: ἀλλὰ 6 δεινὰς καὶ ἀθέους ἐμποιοῦσι φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν. οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κρόκας ὑφάντην, καὶ σπονδεῖον μελίκρατον δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπ᾽ ἀνθρώπων δεομένων καὶ χρωμένων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: