Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τε γὰρ Διοχίτην
1 ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἒν τ᾽ Ἀβύδῳ τοὺς
εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους
ὁμοτάφους; εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν
Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ τὸ σῶμα κεῖσθαι: καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν
ἑρμηνεύουσιν, οἱ δ᾽ ἰδίως 2 τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φιλαῖς 3 νιστιτάνην 4 ἄλλως
μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδ᾽ ὄρνιθας: ἐπ᾽ αὐτὴν
καταίρειν 5 μηδ᾽
ἰχθῦς προσπελάζειν, ἑνὶ δὲ καιρῷ τοὺς
ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης 6 φυτῷ
περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.