Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καρπὸν ἐδώδιμον ἀναδίδωσι, λιτὴν δὲ παρέχει καὶ καθαρὰν ἐσθῆτα καὶ τῷ
σκέποντι μὴ βαρύνουσαν, εὐάρμοστον δὲ πρὸς
πᾶσαν ὥραν, ἣκιστα δὲ φθειροποιόν, ὡς λέγουσι: περὶ ὧν ἕτερος λόγος.
[p. 475]
οἱ δ᾽ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ
μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ καὶ τῶν κρεῶν τὰ μήλεια καὶ
ὕεια, πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν, ἄλλας τε πλείονας
αἰτίας ἔχοντας καὶ τὸ 1 ποτικωτέρους καὶ βρωτικωτέρους
ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. τὸ γάρ, ὡς Ἀρισταγόρας 2 ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων
ἐναποθνήσκειν ἁλισκόμενα μὴ καθαροὺς
λογίζεσθαι τοὺς ἅλας εὔηθές ἐστι.
2 Ἀρισταγόρας] Mueller. 2 p. 99
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.