Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα
μήτε θεῶν παθήματα μήτ᾽ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι
νομίζοντες, οὓς 1 καὶ
Πλάτων καὶ Πυθαγόρας; καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς
πάλαι θεολόγοις, ἐρρωμενεστέρους μὲν ἀνθρώπων
γεγονέναι λέγουσι καὶ πολὺ 2 τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ
δὲ θεῖον οὐκ ἀμιγὲς οὐδ᾽ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς; φύσει καὶ
σώματος: αἰσθήσει 3
4 συνειληχός, ἡδονὴν δεχόμενον 5 καὶ πόνον, καὶ
ὅσα ταύταις ἐγγενόμενα ταῖς μεταβολαῖς πάθη
τοὺς μὲν μᾶλλον τοὺς δ᾽ ἧττον ἐπιταράττει. γίγνονται γὰρ ὡς ἐν
ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ Γιγαντικὰ καὶ
Τιτανικὰ παρ᾽ Ἕλλησιν ᾀδόμενα καὶ Κρόνου 6
τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος
ἀντιτάξεις πρὸς; Ἀπόλλωνα, φυγαί 7 τε Διονύσου καὶ πλάναι, Δήμητρος
οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ἄλλων θ᾽ ὧν πᾶσιν
8
ἔξεστιν ἀνέδην μυθολογουμένων ἀκούειν: ὅσα τε μυστικοῖς ἱεροῖς
περικαλυπτόμενα 9 καὶ τελεταῖς ἄρρητα [p. 496] διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει
λόγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.