Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ
πεποίηκας;᾽’ τὸν δ᾽ ἀποκρίνασθαι ‘νὴ
τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν: ᾠκονόμηται γὰρ ἡ διάθεσις:
δεῖ δ᾽ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι’ ὅτι 1 καὶ αὐτοὶ τὰ πράγματα τῶν
λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον,
ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς
χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα μὴ 2 ποιοῦντα μύθους, ὃ τῆς
ποιητικῆς ἔργον εἶναι συμβέβηκε: γλώσσας 3 δὲ καὶ καταχρήσεις καὶ
μεταφράσεις καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.