Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ
ἀδαμαντίνοις στηρίξαντες τὴν ἐλευθερίαν τῆς
Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.
ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς
στρατηγούς, ἐξ ὧν εἰκότως Αἰσχίνης σκώπτων τὸν Δημοσθένην λέγειν φησὶν ὅτι γράψεται τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον. ἆρ᾽
οὖν ἄξιον
προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχίνου τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου