Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ναοὶ χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ
μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται καὶ λαφύροις: ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου
Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δ᾽
ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπ᾽ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδ᾽ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ