Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότ᾽ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν ὃ τ᾽ ἀπατήσας δικαιότερος τοῦ
μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ
μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθ᾽ ὑποσχόμενος πεποίηκεν: ὁ δ᾽ ἀπατηθεὶς
σοφώτερος: εὐάλωτον γὰρ ὑφ᾽ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον.
τίν᾽ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν
[p. 510] πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν