Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος
ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς,
Ἀθηναῖος
ἦν: οὗ τοῖς ἔργοις ἐπιγέγραπται
‘μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.
’
[p. 496]
καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος
καὶ Πάναινος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς
ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δ᾽ ἥρωας ὥσπερ
Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δ᾽ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς
ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι προσέοικε: τὸν δ᾽ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς