Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πελάσαι τολμήσαντα μετὰ ξίφους αὐτὸς τῷ ἐγχειριδίῳ φθάσας κατέβαλε καὶ ἀπέκτεινεν. ἐν τούτῳ δὲ τις δραμὼν ἐκ μυλῶνος ὑπέρῳ κατὰ τοῦ αὐχένος ὄπισθεν πληγὴν κατήνεγκεν, ἣ συνέχεε τὴν αἴσθησιν αὐτοῦ σκοτωθέντος: ἡ δ᾽ Ἀρετὴ παρῆν, θάρσος μὲν αὐτῷ ῥώμην δὲ καὶ σπουδὴν τοῖς περὶ αὐτὸν ἐμποιοῦσα. Λιμναῖοι γὰρ καὶ Πτολεμαῖοι καὶ Λεοννάτοι, καὶ ὅσοι τὸ τεῖχος ὑπερβάντες ἢ ῥήξαντες ἔστησαν πρὸ αὐτοῦ, τεῖχος ἀρετῆς ἦσαν, εὐνοίᾳ καὶ φιλίᾳ τοῦ βασιλέως τὰ σώματα καὶ τὰ πρόσωπα 1 [p. 453] καὶ τὰς ψυχὰς προβαλλόμενοι. οὐ γὰρ διὰ Τύχην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.