ποῦ δὲ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δὲ οἱ ἵπποι:1 τίνες; ὁδοὶ βραχύταται, τοῖς ἄνω πορευομένοις ἀπὸ θαλάττης: ὥστε τοὺς ξένους ἐκπεπλῆχθαι καὶ λέγειν ὡς ‘ὁ παῖς οὗτος βασιλεὺς μέγας, ὁ δ᾽ ἡμέτερος πλούσιος.’ ἐπεὶ δὲ Φιλίππου τελευτήσαντας ὥρμητο διαβαλεῖν καὶ ταῖς ἐλπίσιν ἢδη καὶ ταῖς παρασκευαῖς ἐμπεφυκὼς ἔσπευδεν ἅψασθαι τῆς Ἀσίας, ἐνίστατο δ᾽ ἡ Τύχη καὶ ἀπέστρεφε καὶ ἀνθεῖλκεν ὀπίσω καὶ μυρίας περιέβαλλεν ἀσχολίας καὶ διατριβὰς ἐπιλαμβανομένη: πρῶτον αὐτῷ τὰ βαρβαρικὰ τῶν προσοίκων διετάραξεν, Ἰλλυρικοὺς καὶ Τριβαλλικοὺς μηχανωμένη πολέμους. οἷς μέχρι Σκυθίας τῆς παρ᾽ Ἴστρον ἀποσπασθεὶς ἀπὸ τῶν ἄνω πράξεων καὶ περιδραμὼν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1 Hom. K 407
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.