‘ μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον [p. 444] τὸν Σελεύκου, πρὸς Ἀρτοξέρξην 1 τὸν Κύρου ἀδελφόν ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων, ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος δι᾽ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δ᾽ εἰ μηδὲν ἄλλο, τὸ σῶμ᾽ ἰδοῦ κατατετρωμένον ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων
ἔγχεΐ τ᾽ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν:2 ’