Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Φίλιππος, εἰ μὴ Παρμενίων; τί δ᾽ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δ᾽ ὁ Ἄμμων, ποῦ δ᾽ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν;᾽’ τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερὸν Κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλ᾽ ἀπέσχετο: τὸν δὲ Φιλώταν ὑποικουρῶν δι᾽ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ δι᾽ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.