οὖσαν ὀλίγαις ἡμέραις ἀποθανεῖν ὕστερον ἀλλ᾽ ἀποπνίξας, ἐν δὲ τραγῳδίᾳ γράψας αὐτὸς
ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ 1ὅμως τῶν θυγατέρων τὴν μὲν Ἀρετὴν τὴν δὲ Σωφροσύνην ὠνόμασε τὴν δὲ Δικαιοσύνην. οἱ δ᾽ Εὐεργέτας οἱ δὲ Καλλινίκους οἱ δὲ Σωτῆρας; οἱ δὲ Μεγάλους ἀνηγόρευσαν ἑαυτούς. γάμους δ᾽ αὐτῶν ἐπαλλήλους ὥσπερ ἵππων ἐν ἀγέλαις γυναικῶν ἀνέδην διημερευόντων, καὶ φθορὰς παίδων καὶ τυμπανισμοὺς ἐν ἀνδρογύνοις καὶ κυβείας μεθημερινὰς καὶ αὐλήσεις ἐν θεάτροις, καὶ νύκτα μὲν ἐν δείπνοις ἡμέραν δ᾽ ἐν ἀρίστοις ἐπιλείπουσαν, οὐδεὶς ἂν ἐφίκοιτο τῷ λόγῳ διελθεῖν. [p. 438]
ἀλλ᾽ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος,