Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀρετὴν τοῦ εὐτυχοῦντος, καὶ πανταχοῦ μικρός ἐστιν, ἐν χάρισι διὰ σμικρολογίαν, ἐν πόνοις διὰ μαλακίαν, παρὰ θεοῖς διὰ δεισιδαιμονίαν, πρὸς ἀγαθοὺς διὰ φθόνον, ἐν ἀνδράσι διὰ φόβον, ἐν γυναιξὶ διὰ φιληδονίαν’ ὥσπερ γὰρ οἱ φαῦλοι τεχνῖται βάσεις 1 μεγάλας μικροῖς ὑφιστάντες ἀναθήμασιν ἐλέγχουσιν αὐτῶν 2 καὶ τὰς μικρότητας οὕτως ἡ Τύχη ὅταν μικρὸν ἦθος ἐξάρῃ πράγμασιν ἔχουσιν ὄγκον τινὰ καὶ περιφάνειαν, ἐπιδείκνυσι μᾶλλον καὶ καταισχύνει σφαλλόμενον καὶ σαλευόμενον ὑπὸ κουφότητος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.