Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀήττητος καὶ μεγαλόφρων καὶ ἀνύβριστος; καὶ [p. 434] φιλάνθρωπος. εἶτ᾽ ἐκλιπόντος 1 εὐθύς, ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι, μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ 2 τὰς χεῖρας ἐπ᾽ οὐδένα σκοπὸν φερομένας: οὕτως; ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπ᾽ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δ᾽ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλ᾽ ἐξίσταται 3 καὶ διαλύεται ἀπ᾽ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει 4 οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις ἤσπαιρεν, ἐπάλλετο,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.