Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι. τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας, Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλασσαν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας: Σαρδανάπαλος δ᾽ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς [p. 433] καθήμενος: ἀποθανόντος δ᾽ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐποχουμένην 1 ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, 2 ἐπέγραψαν ‘ἔσθιε, πῖνε, ἀφροδισίαζε: τἄλλα δ᾽᾽ οὐδέν’ ὁ
1 ἐποχουμένην Coraes: ἐπορχουμένην
2 ἀποψοφοῦσαν R
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.