δοκοῦντος ἐξελέγχειν, ἀτρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν ‘μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτ᾽ ἐμοῦ βέλτιον εἰδῇς.’
ἀλλ᾽ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον
βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις.1 ταύτην ἔχων τέχνην προγονικὴν ἀπ᾽ Αἰακιδῶν, ἀφ᾽ Ἡρακλέους, ταῖς δ᾽ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δ᾽ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. γεγόνασι δὲ κατ᾽ αὐτὸν τραγῳδοὶ μὲν οἱ περὶ