Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδ᾽
ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δ᾽ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.
ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδ᾽ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς
ἐπ᾽ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε;
[p. 376]
τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους