Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ
κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ
ῥόῳ: τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος
ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς
ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ 'τῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος: ἐμφὺς δὲ
τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ
ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω