Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην.
τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ
λέγουσιν, οἱ δ᾽ Ἡφαίστου τὸν ἔρωτα τοῦτον
γενέσθαι. τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος
ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν.
οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι: καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ