Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης: ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος: ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν,
εἰδὼς ὅτι ‘μεγάλη ῥοπή, μᾶλλον δ᾽ ὅλον ἡ Τύχη παρὰ πάντ᾽
ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα,’ καὶ μάλιστὰ γ᾽
αὐτοῦ δι᾽ εὐτυχίαν ἐξ αἰχμαλώτου
καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ
[p. 360]
Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ